Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.264 Joseph. AJ 1.269 (English) >>Joseph. AJ 1.274

1.267

Γηραιὸς δὲ ὢν καὶ τὰς ὄψεις εἰς τὸ παντελὲς ἠφανισμένος προσκαλεσάμενος τὸν Ἡσαῦν καὶ τὸ γῆρας εἰπὼν ὡς καὶ δίχα τῆς πηρώσεως καὶ τοῦ κατὰ τὰς ὄψεις πάθους ἐμποδὼν ἦν αὐτῷ θεραπεύειν 1.268 τὸν θεὸν ἐκέλευσεν ἐξελθεῖν ἐπὶ κυνηγέσιον καὶ θηρασάμενον ὅσα ἂν αὐτῷ δυνατὸν γίνηται παρασκευάσαι δεῖπνον, ἵνα μετὰ τοῦτο ἱκετεύσῃ τὸν θεὸν σύμμαχον αὐτῷ καὶ συνεργὸν εἰς ἅπαντα παρεῖναι τὸν βίον, ἄδηλον μὲν εἶναι λέγων, ὁπότε καὶ τελευτήσειε, πρὸ δὲ τούτου παρασχεῖν αὐτῷ βούλεσθαι τὸν θεὸν ταῖς εὐχαῖς ταῖς ὑπὲρ αὐτοῦ παρακεκλημένον. 1.269

Καὶ Ἡσαῦς μὲν ἐπὶ τὸ κυνηγέσιον ἐξώρμησεν· δὲ Ῥεβέκκα τὸν θεὸν εἰς τὴν εὔνοιαν ἀξιοῦσα τὴν Ἰακώβου παρακαλεῖν καὶ παρὰ τὴν Ἰσάκου γνώμην ἐκέλευσεν αὐτὸν ἐρίφους κατασφάξαντα δεῖπνον παρασκευάζειν. δὲ Ἰάκωβος ὑπηρέτει τῇ μητρὶ πάντα παρʼ αὐτῆς πεπυσμένος· 1.270ἐπεὶ δʼ εὐτρεπὲς ἦν τὸ δεῖπνον, ἐρίφου δέρματι τὸν βραχίονα περιβαλών, ἵνα πιστεύοιτο παρὰ τῷ πατρὶ διὰ τὴν δασύτητα Ἡσαῦς εἶναι, τὰ γὰρ ἄλλα πάντʼ ὢν ὅμοιος διὰ τὸ εἶναι δίδυμος τούτῳ μόνῳ διέφερε, καὶ φοβηθεὶς μὴ πρὶν γενέσθαι τὰς εὐχὰς εὑρεθεὶς κακουργῶν εἰς τοὐναντίον παροξύνῃ τὸν πατέρα ποιήσασθαι ταύτας, προσέφερε τῷ πατρὶ τὸ δεῖπνον. 1.271καὶ Ἴσακος ἐπαισθόμενος τῷ κατὰ τὴν φωνὴν ἰδίῳ προσκαλεῖται τὸν υἱόν· τοῦ δὲ τὸν βραχίονα προτείναντος, τὴν αἰγέαν περιβέβλητο, ταύτης ἐπαφώμενοςφωνεῖς μέν, εἶπεν, Ἰακώβῳ παραπλήσιον, κατὰ δὲ τὸ



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.264 Joseph. AJ 1.269 (English) >>Joseph. AJ 1.274

Powered by PhiloLogic